Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.214 Joseph. AJ 8.218 (English) >>Joseph. AJ 8.222

8.216 δʼ ἀγαθὴν οὕτως καὶ συμφέρουσαν ἴσως πρὸς τὸ πᾶν, εἰ δὲ μή, πρός γε τὸν τότε καιρὸν ὅτʼ ἔδει γενέσθαι βασιλέα γνώμην ἀπεστράφη τοῦ θεοῦ ποιήσαντος οἶμαι κατακριθῆναι τὸ συμφέρον ὑπʼ αὐτοῦ· καλέσας δὲ μειράκια τὰ συντεθραμμένα καὶ τὴν τῶν πρεσβυτέρων αὐτοῖς συμβουλίαν εἰπών, τί δοκεῖ ποιεῖν αὐτοῖς ἐκέλευσε λέγειν. 8.217τὰ δέ, οὔτε γὰρ νεότης οὔτε θεὸς ἠφίει νοεῖν τὰ κρείττω, παρῄνεσαν ἀποκρίνασθαι τῷ λαῷ τὸν βραχύτατον αὐτοῦ δάκτυλον τῆς τοῦ πατρὸς ὀσφύος εἶναι παχύτερον καί, εἰ σκληροῦ λίαν ἐπειράθησαν ἐκείνου, πολὺ μᾶλλον αὐτοῦ λήψεσθαι πεῖραν δυσκόλου· καὶ εἰ μάστιξιν αὐτοὺς ἐκεῖνος ἐνουθέτει, σκορπίοις τοῦτο ποιήσειν αὐτὸν προσδοκᾶν. 8.218τούτοις ἡσθεὶς βασιλεὺς καὶ δόξας προσήκειν τῷ τῆς ἀρχῆς ἀξιώματι τὴν ἀπόκρισιν, ὡς συνῆλθεν ἀκουσόμενον τὸ πλῆθος τῇ τρίτῃ τῶν ἡμερῶν, μετεώρου τοῦ λαοῦ παντὸς ὄντος καὶ λέγοντος ἀκοῦσαί τι τοῦ βασιλέως ἐσπουδακότος, οἰομένου δέ τι καὶ φιλάνθρωπον, τὴν τῶν μειρακίων αὐτοῖς συμβουλίαν παρεὶς τὴν τῶν φίλων ἀπεκρίνατο. ταῦτα δʼ ἐπράττετο κατὰ τὴν τοῦ θεοῦ βούλησιν, ἵνα λάβῃ τέλος προεφήτευσεν Ἀχίας. 8.219

Πληγέντες δʼ ὑπὸ τῶν λόγων καὶ ἀλγήσαντες ὡς ἐπὶ πείρᾳ τοῖς εἰρημένοις ἠγανάκτησαν καὶ μέγα πάντες ἐκβοήσαντες οὐκέτι οὐδὲν αὐτοῖς οὐδὲ συγγενὲς πρὸς Δαυίδην καὶ τοὺς ἀπʼ αὐτοῦ μετʼ ἐκείνην ἔφασαν τὴν ἡμέραν· παραχωρεῖν δʼ αὐτῷ μόνον τὸν ναὸν ὃν πάππος αὐτοῦ κατεσκεύασεν εἰπόντες καταλείψειν ἠπείλησαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.214 Joseph. AJ 8.218 (English) >>Joseph. AJ 8.222

Powered by PhiloLogic